Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.131 Joseph. AJ 2.135 (English) >>Joseph. AJ 2.140

2.133οἱ μὲν οὖν ἄλλοι τοῦ κατʼ αὐτοὺς ἀπηλλαγμένοι δέους ἐν τῇ περὶ τὸν Βενιαμὶν φροντίδι τὸ λοιπὸν ἦσαν, ἐθάρρουν δʼ ὡς οὐδʼ ἐν ἐκείνῳ τῆς κακουργίας εὑρεθησομένης ἐκάκιζόν τε τοὺς ἐπιδιώξαντας ὡς ἐμποδίσαντας αὐτοῖς τὴν ὁδὸν δυναμένοις ἤδη προκεκοφέναι. 2.134ὡς δὲ τὸ τοῦ Βενιαμὶν φορτίον ἐρευνῶντες λαμβάνουσι τὸν σκύφον εἰς οἰμωγὰς καὶ θρήνους εὐθὺς ἐτράπησαν καὶ τὰς στολὰς ἐπικαταρρήξαντες ἔκλαιόν τε τὸν ἀδελφὸν ἐπὶ τῇ μελλούσῃ κολάσει τῆς κλοπῆς αὐτούς τε διαψευσομένους τὸν πατέρα περὶ τῆς Βενιαμὶν σωτηρίας. 2.135ἐπέτεινε δὲ τὸ δεινὸν αὐτοῖς καὶ τὸ δόξαντας ἤδη διαφυγεῖν τὰ σκυθρωπὰ διαφθονηθῆναι, τῶν δὲ περὶ τὸν ἀδελφὸν κακῶν καὶ τῆς τοῦ πατρὸς ἐπʼ αὐτῷ λύπης ἐσομένους αὑτοὺς αἰτίους ἔλεγον βιασαμένους ἄκοντα τὸν πατέρα συναποστεῖλαι. 2.136

Οἱ μὲν οὖν ἱππεῖς παραλαβόντες τὸν Βενιαμὶν ἦγον πρὸς Ἰώσηπον καὶ τῶν ἀδελφῶν ἑπομένων, δὲ τὸν μὲν ἰδὼν ἐν φυλακῇ, τοὺς δʼ ἐν πενθίμοις σχήμασι, “τί δή, φησίν, κάκιστοι, φρονήσαντες περὶ τῆς ἐμῆς φιλανθρωπίας περὶ τοῦ θεοῦ τῆς προνοίας 2.137 τοιαῦτα πράττειν εἰς εὐεργέτην καὶ ξένον ἐτολμήσατε;” τῶν δὲ παραδιδόντων αὑτοὺς εἰς κόλασιν ἐπὶ τῷ σώζεσθαι Βενιαμὶν καὶ πάλιν ἀναμιμνησκομένων τῶν εἰς Ἰώσηπον τετολμημένων κἀκεῖνον ἀποκαλούντων μακαριώτερον, εἰ μὲν τέθνηκεν ὅτι τῶν κατὰ τὸν βίον ἀπήλλακται σκυθρωπῶν, εἰ δὲ περίεστιν ὅτι τῆς παρὰ τοῦ θεοῦ κατʼ αὐτῶν ἐκδικίας τυγχάνει, λεγόντων δʼ αὑτοὺς ἀλιτηρίους τοῦ πατρός, ὅτι τῇ λύπῃ ἣν ἐπʼ ἐκείνῳ μέχρι νῦν ἔχει καὶ τὴν ἐπὶ Βενιαμὶν προσθήσουσι, πολὺς ἦν κἀνταῦθʼ Ῥουβῆλος αὐτῶν καθαπτόμενος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.131 Joseph. AJ 2.135 (English) >>Joseph. AJ 2.140

Powered by PhiloLogic